Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 18.206 Joseph. AJ 18.211 (English) >>Joseph. AJ 18.215

18.209πένθος τε αὐτοῦ τελευτήσαντος προυτέθη πᾶσιν οὐ θεραπείᾳ τῆς ἀρχῆς ἐπιψευδομένων τὴν συμφοράν, λύπῃ δὲ ἀληθεῖ οἰκειουμένων διὰ τὸ ἴδιον τυχεῖν ἑκάστοις τὴν μετάστασιν αὐτοῦ ὑπειλῆφθαι· 18.210οὕτως ἀνεπαχθῶς ὡμίλησε τοῖς ἀνθρώποις. ἐξ ὧν μέγα ὄφελος καὶ τῷ παιδὶ αὐτοῦ παρὰ πᾶσιν κατελέλειπτο τοῖς τε ἄλλοις καὶ μάλιστα τὸ στρατιωτικὸν ἦρτο, ἀρετὴν ἀριθμοῦντες τὸ περὶ τῆς ἀρχῆς ἐκείνῳ περιγενησομένης, εἰ δεήσει, καὶ τελευτᾶν. 18.211

δὲ Τιβέριος Εὐόδῳ πρόσταγμα ποιησάμενος κατὰ τὴν ὑστεραίαν ὑπὸ τὴν ἕω εἰσαγαγεῖν τοὺς παῖδας εὔχεται τοῖς πατρίοις θεοῖς σημεῖόν τι πρόφαντον αὐτῷ δεῖξαι περὶ τοῦ τὴν ἡγεμονίαν διαδεξομένου, σπεύδων μὲν τῷ υἱεῖ τοῦ παιδὸς αὐτὴν καταλιπεῖν, μεῖζον δὲ δόξης τε καὶ βουλήσεως τῆς αὐτοῦ πεπιστευκὼς τοῦ θεοῦ τὸ ἐπʼ αὐτοῖς ἀποφανούμενον. 18.212οἰώνισμα δʼ οὖν αὐτῷ προύκειτο, εἰς ἐκεῖνον ἥξειν τὴν ἡγεμονίαν, ὃς ἂν κατὰ τὴν ἐπιοῦσαν ἀφίκοιτο πρότερος πρὸς αὐτόν. ταῦτα διανοηθεὶς πέμπει παρὰ τοῦ υἱωνοῦ τὸν παιδαγωγὸν κελεύων ὑπὸ πρώτην ὥραν ἄγειν τὸν παῖδα ὡς αὐτόν, καταμελήσεσθαι στρατηγίας τὸν θεὸν ὑπολαμβάνων· δʼ ἀντεψήφιζεν αὐτοῦ τὴν χειροτονίαν. 18.213 μὲν δὴ ταῦτʼ ἐνθυμησάμενος, ἐπεὶ τάχιστα ἡμέρα ἦν, κελεύει τὸν Εὔοδον εἰσκαλεῖν τῶν παίδων τὸν παρόντα πρότερον. ἐξελθὼν δʼ ἐκεῖνος καὶ τὸν Γάιον πρὸ τοῦ δωματίου καταλαβών, γὰρ Τιβέριος οὐ παρῆν μετεώρου τῆς τροφῆς αὐτῷ γενομένης, ᾔδει δὲ οὐδὲν ὧν ἐβούλετο δεσπότης, “καλεῖ σε, φησίν, πατήρ”, καὶ εἰσήγαγεν αὐτόν.



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 18.206 Joseph. AJ 18.211 (English) >>Joseph. AJ 18.215

Powered by PhiloLogic